ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ , χαῖρε , Κεχαριτωμένη ΜΑΡΙΑ , ὁ Κύριος , μετά Σοῦ · Εὐλογημένη Σύ ἐν γυναιξί , καί εὐλογημένος , ὁ καρπός τῆς κοιλίας Σου · ὅτι Σωτῆρα ἔτεκες, τῶν ψυχῶν ἡμῶν ..
ΔΟΞΑ CΟΙ ! ΔΟΞΑ CΟΙ ! ΜΗΤΕΡ ΤΟΥ ΘΕΟΥ ΔΟΞΑ CΟΙ ! ΠΑΝΑΓΙΑ ! ΕΥΧΑΡΙΣΤΟΥΝΤΕΣ ΠΡΟΣΚΥΝΟΥΜΕΝ CΟΙ , ΜΗΤΕΡΑ ΤΟΥ ΥΨΙΣΤΟΥ ΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗ ΘΕΟΤΟΚΕ !!! --- ὙΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ, σῶσον ἡμᾶς, τήν ἐκκλησίαν σου, τήν ποίμνην σου, τούς μοναχούς σου, τό ὄρος σου,τά ἔθνη σου, τήν νεολαίαν σου, τόν λαόν, καί χώραν ταύτην καί τόν κόσμον σου ἅπαντα. Ἀμήν ---Ἡ ΠΑΝΑΓΙΑ, νά εἶναι :βοηθός, ὁδηγός, ἰατρός, συνεργός, ἀρωγός, ἀγωγός, φωτισμός,στηριγμός, ὁπλισμός, στολισμός,πλουτισμός, χορηγός, κάθε θεϊκῆς ἀγαθότητος στήν ζωήν σας.

Δευτέρα 27 Απριλίου 2020

Εὐαγγέλια Ι ΄ καί ΙΑ ΄ καί ΙΒ ΄ τῶν Ἀχράντων Παθῶν


Εὐαγγέλιον  Ι ΄
Ἐκ τοῦ κατὰ Μᾶρκον ιε΄ 43 - 47

43. Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 
44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 

Εὐαγγέλια Ζ ΄ καί Η ΄ καί Θ΄ τῶν Ἀχράντων Παθῶν


Εὐαγγέλιον  Ζ ΄
Ἐκ τοῦ κατὰ Ματθαῖον κζ΄ 33 – 54

33 . Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 
34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 
35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, 
36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 

Εὐαγγέλια Ε ΄ καί ΣΤ ΄ τῶν Ἀχράντων Παθῶν


Εὐαγγέλιον Ε ΄τῶν Ἀχράντων Παθῶν   
Ἐκ τοῦ κατὰ Ματθαῖον κζ΄ 3 - 32 

3. Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν Ἰούδας ὅτι ὁ Ἰησοῦς κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις 
4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. 
5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. 
6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. 

Κυριακή 26 Απριλίου 2020

Πρόγραμμα ἀναμεταδόσεως ραδιοφωνικῶς ἱερῶν ἀκολουθιῶν τήν ἑβδομάδα τοῦ Θωμᾶ , ἤτοι : ἀπό Ἀπρ.26 , ἕως Μαΐου 2.

Πρόγραμμα ἀναμεταδόσεως ραδιοφωνικῶς ἱερῶν ἀκολουθιῶν τήν ἑβδομάδα τοῦ Θωμᾶ , ἤτοι :  ἀπό Ἀπρ.26 , ἕως  Μαΐου 2.

Κυριακή 26/4/2020 , ὥρα 16.00 : Θ ΄Ὥρα , Ἑσπερινός ,ἀπόδειπνον , χαιρετισμοί ΠΑΝΑΓΙΑΣ , ὄρθρος Δευτέρας 27/4 , καί θεία Λειτουργία
Δευτέρα 27/4/2020 , ὥρα 16.00 : Θ ΄  Ὥρα , ἑσπερινός, ἀπόδειπνον , χαιρετισμοί τῆς ΠΑΝΑΓΙΑΣ , ὄρθρος Τρίτης 28/4 , 
θεία Λειτουργία .
Τρίτη 28/4/2020 , ὥρα 16.00 : Θ ΄Ωρα , ἑσπερινός, ἀπόδειπνον , χαιρετισμοί τῆς ΠΑΝΑΓΙΑΣ , ὄρθρος Τετάρτης  29/4 , 
θεία Λειτουργία .
Τετάρτη 29/4/2020 , ὥρα 16.00 : Θ ΄Ὥρα , ἑσπερινός, ἀπόδειπνον , χαιρετισμοί  ΠΑΝΑΓΙΑΣ , ὄρθρος Πέμπτης 30/4 ,
θεία Λειτουργία .
Πέμπτη 30/4/2020 , ὥρα  16.00  : Θ ΄ Ωρα , ἑσπερινός, ἀπόδειπνον , χαιρετισμοί τῆς ΠΑΝΑΓΙΑΣ , ὄρθρος Παρασκευῆς  1/5,  καί θεία Λειτουργία .
Παρασκευή 1/5/2020 , ὥρα :16.00 :Θ Ὥρα , ἑσπερινός, ἀπόδειπνον , χαιρετισμοί τῆς ΠΑΝΑΓΙΑΣ , ὄρθρος Σαββάτου 2/5  , θεία Λειτουργία .
Σάββατον 2/5/2020  , ὥρα 20.00 , ἡ συνήθης τάξις τῆς ἀκολουθίας τῆς Κυριακῆς, Νυκτερινή ἀκολουθία καί θεία λειτουργία.
Χριστός ἀνέστη. 
καλή συμμετοχή καί συμπροσευχή , 

ὝΜΝΟΙ καί Ἐγκώμιον Ἁγ. Νεκταρίου πρός τήν ΘΕΟΤΟΚΟΝ ΑΓΝΗΝ ΠΑΡΘΕΝΟΝ

Α.  ὝΜΝΟΣ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ, ΠΡΟΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΚΑΙ ΜΗΤΕΡΑ ΤΟΥ ΦΩΤΟΣ. ..........ἦχος γ΄

 

ΔΕΣΠΟΙΝΑ Παντευλόγητε, Ὑπέραγνε ΠΑΡΘΕΝΕ 

παράδεισε πανθαύμαστε, κῆπε έσφραγισμένε`

Σέ δυσωπῶ Πανάχραντε, χαρίτωσον τόν νοῦν μου, 

κατεύθυνον τάς σκέψεις μου, φώτισον τήν ψυχήν μου·

Εὐαγγέλιον Δ ΄ τῶν Ἀχράντων Παθῶν


Εὐαγγέλιον  Δ ΄ τῶν Ἀχράντων Παθῶν
Ἐκ τοῦ κατὰ Ἰωάννην ιη΄ 28 - ιθ΄-16 

28.Τῷ καιρῷ ἐκείνῳ, ἄγουσιν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. 
29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ εἶπε· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; 
30 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 
31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *