Ἀναστάσιμο ἀπόδειπνον , ὦρες, μεσονυκτικόν , ἐναρκτήριος ἀκολουθία
᾽Από τῆς Κυριακῆς τοῦ Πάσχα μέχρι τοῦ Σαββάτου τῆς Διακαινησίμου, καθώς καί εἰς τήν ἀπόδοσιν τῆς ἑορτῆς τοῦ Πάσχα , μετά ἀπό 40 ἡμέρες, τήν παραμονήν τῆς Αναλήψεως ἀντὶ τῶν ῾Ωρῶν, τοῦ ᾽Αποδείπνου καὶ τοῦ Μεσονυκτικοῦ, ἀναγινώσκεται ἡ παρακάτω ακολουθία , ἡ ὁποία εἶναι καί ἡ προοιμιακή , καί ἐναρκτήριος , ....
῾Η ᾽Ακολουθία αὕτη ἐπαναλαμβάνεται ὅπως εἶναι κατωτέρω τρίς,
ὡς ἔχει, καὶ μετὰ μικρὰ ᾽Απόλυσις, ἐπισφραγιζομένη διά τοῦ «Χριστός ἀνέστη , ἤτοι ἀντί :...Δι ᾿ εὐχῶν εἰς τό τέλος τῆς ἀκολουθίας λέγωμεν τό ...Χριστός ἀέστη.....ἤτοι τό ἀπολυτίκιον .
ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος. (τρίς)
᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεός ἡμῶν, ἐκτὸς σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ καί Σωτῆρος ἡμῶν ἁγίαν ᾽Ανάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ᾽Ανάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (τρίς)
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ ῞ᾼδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστέ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε· καὶ τοῖς σοῖς ᾽Αποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
᾽Εν τάφῳ σωματικῶς, ἐν ῞Αδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
῾Ως ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τὸ τοῦ ῾Υψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, ΘΕΟΤΟΚΕ, τοῖς κραυγάζουσιν· Εὐλογημένη Σὺ ἐν γυναιξὶν ὑπάρχεις, ΠΑΝΑΜΩΜΕ ΔΕΣΠΟΙΝΑ .
«Κύριε, ἐλέησον» (μ´ ...40 φορές).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως ΘΕΟΤΟΚΟΝ σὲ μεγαλύνομεν.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
...ὅπως ἔχει τό ἀνωτέρω , τό λέγομεν τρίς τρεῖς φορές, καί εἰς τό τέλος ,
Χριστὸς ἀνέστη... (γ΄)
Ἀναστάς ὁ Ἰησοῦς ἀπό τοῦ τάφου καθώς προεῖπεν , ἔδωκεν ἡμῖν , τήν αἰώνιον ζωήν καί τό μέγα ἔλεος .
Ἐάν λέγεται τό ἀπόδειπνον , ἐπισυνάπτομεν τούς χαιρετισμούς τῆς ΠΑΝΑΓΙΑΣ μας, τούς ὁποίους λέγομεν ὅλον τό χρόνον , καί μετά από τό...ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΡΕ , Χαῖρε ,...τρίς , ἐπισυνάπτομεν τήν κάτωθεν εὐχήν , τοῦ Ἁγίου Βασιλείου .
Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τὸ μήκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντός τοῦ λαοῦ σου· καὶ πάσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα,
πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ρῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δὲ ἡμῖν καὶ τὴν παρούσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἉΓΙΑΣ ΘΕΟΤΟΚΟΥ , καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰώνός σοι εὐαρεστησάντων· Ἀμήν.
Χριστός ἀνέστη ἐκ νεκρῶν , θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασιν , ζωήν χαρησάμενος ......
Χριστός ἀνέστη...
Ἀληθῶς ἀνέστη ...ὁ Κύριος...
ἐπίσης , τάξις τῆς ἐκκλησίας μας εἶναι , νά λέγομεν ἀντί τοῦ χαιρετισμοῦ : ..καλημέρα , ...καλησπέρα..., χαίρετε, καληνύκτα , νά λέγομεν μέχρι τήν ἀπόδοσιν τῆς ἑορτῆς , ἤτοι 40 ἡμέρας, τό :.... Χριστός , ἀνέστη , ..ἀληθῶς ἀνέστη...
ἄς τό κρατήση κάθε ἕνας μας , ὅσο δύναται.
ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ, ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ Ο ΚΥΡΙΟΣ, ΦΩΤΙΖΟΥ ΦΩΤΙΖΟΥ Η ΝΕΑ ΙΕΡΟΥΣΑΛΗΜ Η ΓΑΡ ΔΟΞΑ ΚΥΡΙΟΥ.....ΣΥ ΔΕ ΑΓΝΗ ΤΕΡΠΟΥ ΘΕΟΤΟΚΕ....
ΑπάντησηΔιαγραφήΚΩΝΣΤΑΝΤΙΝΟΣ-ΑΙΜΙΛΙΑ, ΕΛΕΥΣΙΝΑ ΑΤΤΙΚΗΣ, ΕΛΛΑΔΑ
Ο ΚΥΡΙΟΣ ΝΑ ΣΑΣ ΕΥΛΟΓΕΙ, ΟΛΟΥΣ/ΕΣ ΕΣΑΣ ΠΟΥ ΜΕ ΤΗΝ ΧΑΡΗ ΤΟΥ ΘΕΟΥ ΔΙΑΤΡΑΝΩΝΕΤΕ ΤΗΝ ΔΟΞΑ ΤΟΥ ΑΝΑ ΤΗΝ ΥΦΗΛΙΟ ΜΕ ΤΗΝ ΙΕΡΑΠΟΣΤΟΛΗ ΣΑΣ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟΥ. ΝΑ ΣΑΣ ΧΑΡΙΤΩΝΕΙ ΝΑ ΣΑΣ ΕΥΛΟΓΕΙ ΚΑΙ ΝΑ ΣΑΣ ΣΚΕΠΑΖΕΙ Η ΠΑΝΑΓΙΑ.
ΕΥΧΑΡΙΣΤΟΥΜΕ ΓΙΑ ΤΟΝ ΑΓΩΝΑ ΣΑΣ, ΤΟΝ ΙΔΡΩΤΑ ΣΑΣ, ΤΟΝ ΚΟΠΟ ΣΑΣ, (ΜΕΡΙΔΙΟ ΤΟΥ ΟΠΟΙΟΥ ΩΣ <> ΑΠΟΛΑΜΒΑΝΟΥΜΕ) ΧΑΡΙΝ ΕΣΑΣ ΚΑΙ ΕΜΕΙΣ ΤΗΝ ΕΛΛΑΔΑ.
ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ
ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ (ΤΗΝ ΑΓΑΠΗ ΜΑΣ Π.ΑΠ ΣΕ ΟΛΗ ΤΗΝ ΙΕΡΑΠΟΣΤΟΛΗ)