Ἀναστάσιμος κανών τοῦ Πάσχα
Ὁ ὑπέροχος πανηγυρικός κανών τοῦ Πάσχα, εἶναι ποίημα, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ,ὁ ὁποῖος ἔζησε από 660
-750 , σαυτό τό διάστημα περίπου , ἔγινε μοναχός , καί ἐμόνασε εἰς τήν Ἱεράν Μονήν τοῦ Ἁγίου Σάββα.
Ὁ ἴδιος εἶναι , καί μέ τό Θαῦμα τῆς ΠΑΝΑΓΙΑΣ ΤΡΙΧΕΡΟΥΣΗΣ, ὅπου τοῦ ἐθεράπευσε ἠ ΠΑΝΑΓΙΑ τό κομμένο χέρι , καί ἔχωμε τό μεγάλο θαῦμα, τῆς ΠΑΝΑΓΙΑΣ ΤΡΙΧΕΡΟΥΣΗς.
Ἔμπνευσμένος ὑμνογράφος , χαρισματοῦχος, προσπαθῆ , νά μᾶς μεταδώσει τήν δογματικήν διδασκαλίαν τῆς ἐκκλησίας μας , διά τήν τοῦ Κυρίου Ἀνάστασην .
ἀπό τούς μικρότερους κανόνες, ἀλλά ὁ ὡραιότερος, καί ὄπως βλέπουμε, , ἀναγνωρίζουσα ἡ ἐκκλησία μας τό ὕψος καί βάθος, καί νοήματα, δέν πρόσθεσε κανέναν ἄλλον κανόνα τῆς ἑορτῆς τῶν ἑορτῶν, κανενός ὐμνογραφου , πού εἶχαν γραφεῖ τόσοι κανόνες,
Ἦχος α΄. Ὠδὴ α΄. Ὁ Εἱρμός.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί· πάσχα Κυρίου πάσχα. Ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καὶ Χαίρετε φάσκοντα, τρανῶς ἀκουσώμεθα, ἐπινίκιον ἄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Καταβασία : Ἀναστάσεως ἡμέρα ....
Χριστός ἀνέστη ἐκ νεκρῶν ...(τρίς).
Ἀναστάς ὁ Ἰησοῦς ἀπό τοῦ τάφου...
Ὠδὴ γ΄. Ὁ Εἱρμός.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι
Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές, αὐτὸς μὲν συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Καταβασία , Δεῦτε πόμα πίωεν καινόν...
Χριστός ἀνέστη...(τρίς )
Ἀναστάς ὁ Ἰησοῦς , ἀπό τοῦ τάφου ...
ἡ Ὑπακοή , ἦχος δ΄
Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ , καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μήματος , ἤκουον ἐκ τοῦ Ἀγγέλου · τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα , μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον ; βλέπετε τά ἐντάφια σπάργανα · δράμετε , καί τῷ κόσμῳ κηρύξατε , ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θανατον · ὅτι ὑπάρχει Θεοῦ Υἱός , τοῦ σώζοντος τό γένος τῶν ἀνθρώπων ....
Ὠδή δ ΄ἦχος α΄
Ἄρσεν μέν ὡς διανοῖξαν , τήν παρθενεύουσαν νηδύν πέφηνεν Χριστός , ὡς βρωτός δέ , ἀμνός προσηγόρευται · ἄμωμος δέ , ὡς ἄγευστος κηλῖδος τό ἠμέτερον πάσχα · καί ὡς Θεός ἀληθής , τέλειος λέλεκται .
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε ..
Ὡς ἐνιαύσιος ἀμνός , ὁ εὐλογούμενος ἡμῖν , στέφανος χρηστός ἑκοισίως , ὑπέρ πάντων τέθυται , Πάσχα τό καθαρτήριον · καί αὖθις ἐκ τοῦ τάφου ὡραῖος , δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος .
Ὁ Θεοπάτωρ μέν Δαυἰδ , πρό τῆς σκιώδου κιβωτοῦ , ἥλατο σκιρτῶν · ὁ λαός δέ τοῦ Θεοῦ ὁ ἅγιος , τήν τῶν συμβόλων ἔκβασιν ὁρῶντες , εὐφρανθῶμεν ἐνθέως , ὅτι ἀνέστη Χριστός , ὡς παντοδύναμος .
Καταβασία Ἐπί τῆς θείας φυλακῆς ...
Χριστός ἀνέστη...(τρίς).
Ἀναστάς ὁ Ἰησοῦς ...
Ὠδή ε΄ἦχος α΄ὁ Εἱρμός .
Ὀρθρίσωμεν ὄρθρου βαθέως , καί ἀντί μύρου , τόν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ , καί Χριστόν ὀψόμεθα , δικαιοσύνης Ἥλιον , πάσι ζωήν ἀνατέλλοντα .
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε .
Τήν ἄμετρον σου εὐσπλαγχνίαν , οἱ ταῖς τοῦ Ἅδου σειραῖς , συνεχόμενοι δεδορκότες , πρός τό φῶς ἠπείγοντο Χριστέ , ἀγαλλομένῳ ποδί , Πάσχα κροτοῦντες αἰώνιον .
Προσέλθωμεν λαμπαδηφόροι τῶ προϊόντι Χριστῶ ἐκ τοῦ μνήματος ὡς νυμφίῳ , καί συνεορτάσωμεν , ταῖς φιλεόρτοις τάξεσιν, Πάσχα Θεοῦ τό σωτήριον .
Καταβασία Ὀρθρίσωμεν ὄρθρου βαθέως
...
Χριστός ἀνέστη ...(τρίς ).
Ἀαστάς ὀ Ἰησοῦς ...
Ὠδή στ ΄ ὁ Εἱρμός
Κατῆλθες , ἐν τοῖς κατωτάτοις τῆς γῆς , καί συνέτριψας μοχλούς αἰωνίους , κατόχους πεπεδημένων Χριστέ , καί τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς , ἐξανέστης τοῦ τάφου .
Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε ....
Φυλάξας , τά σήμαντρα σῶα Χριστέ , ἐξηγέρθης τοῦ τάφου , ὁ τάς κλεῖς τῆς ΠΑΡΘΕΝΟΥ , μή λυμηνάμενος ἐν τῶ τόκῳ σου , καί ἀνέωξας ἡμῖν , Παραδείσου τάς πύλας .
Σῶτερ μου , τό ζῶν τε , καί ἄθυτον ἱερεῖον , ὡς Θεός σεαυτόν ἑκουσίως προσαγαγών τῷ Πατρί , συνανέστησας τόν Ἀδάμ , ἀναστάς ἐκ τοῦ τάφου .
Καταβασία : Κατῆλθες, ἐν τοῖς κατωτάτοις τῆς γῆς ...
Χριστός ἀνέστη ...(τρίς ).
Ἀαστάς ὀ Ἰησοῦς ...
Κοντάκιον
ἦχος πλ. δ΄
Εἰ καί ἐν τάφῳ κατῆλθες ἀθάνατε , ἀλλά τοῦ Ἅδου καθῆλες τήν δύναμιν · καί ἀνέστης ὡς νικητής , Χριστέ ὀ Θεός , γυναξί μυροφόροις , φθεγξάμενος , χαίρετε , καί τοῖς σοῖς Ἀποστόλοις , εἰρήνην δωρούμενος , ὁ τοῖς πεσοῦσιν , παρέχων ἀνάστασιν .
Οἶκος
Τόν πρό ἠλίου Ἥλιον , δύναντα ποτε ἐν τάφῳ , προέφθασαν πρός ὄρθρον Μυροφόραι κόραι , καί πρός ἀλλήλας ἔλεγον · Ὦ φἰλαι , Δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα ζωηφόρον καί τεθαμμένον , σάρκα ἀνιστῶσαν τόν παραπεσόντα Ἀδάμ , κείμενον ἐν τῷ μνήματι · ἄγωμεν , σπεύσωμεν , ὥσπερ οἱ Μάγοι , καί προσκυνήσωμεν , καί προσκομίσωμεν τά μῦρα ὡς δῶρα , τῷ μή ἐν σπαργάνοις , ἀλλ 'ἐν σινδόνι ἐνειλημένῳ · καί κλαύσωμεν καί κράξωμεν · Ὦ Δέσποτα , ἐξεγέρθητι , ὀ τοῖς πεσοῦσιν παρέχων Ἀνάστασιν .
Συναξάριον
τοῦ Πάσχα..
Τῇ Ἁγίᾳ καί Μεγάλη Κυριακήν τοῦ Πάσχα , αὐτήν τήν ζωηφόρον
Ἀνάστασιν ἑορτάζομεν , τοῦ Κυρίου καί Θεοῦ , καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Χριστός κατελθών πρός πάλην Ἅδου μόνος ,
λαβών ἀνῆλθε πολλά, τῆς νίκης σκῦλα ...
Αὐτῷ ἡ δόξα , καί τό κράτος , εἰς τούς αἰῶνας τῶν αἰώνων .Ἀμήν..
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν·
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ·
Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (τρίς )
Ἀναστάς ὀ Ἰησοῦς ἀπό τοῦ τάφου καθώς προεῖπεν , ἔδωκεν ἠμῖν , τήν αἰώνιον ζωήν , καί τό μέγα
ἔλεος
. (τρίς ) .
Ὠδή ζ΄Εἱρμός
Ὁ Παῖδας ἐκ καμίνου ρυσάμενος γενόμενος ἄνθρωπος , πάσχει ὡς θνητός , καί διά πάθους τό θνητόν , ἀφθαρσίας ἐνδύει εὐπρέπειαν , ὁ μόνος εὐλογητός τῶν Πατέρων , Θεός καί ὐπερένδοξος .
Δόξα τῇ Ἀγίᾳ Ἀναστάσει σου Κύριε .
Γυναῖκες μετά μύρων θεόφρονες , ὁπίσω σου ἔδραμον · ὅν δέ ὡς θνητόν , μετά δακρύων ἐζήτουν , προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν , καί Πάσχα τό μυστικόν , σοῖς Χριστέ Μαθηταῖς εὐηγγελίζοντο .
Θανάτου ἑορτάζομεν νέκρωσιν , ἅδου τήν καθαίρεσιν , ἄλλης βιοτῆς , τῆς αἰωνίου ἁπαρχήν , καί σκιρτῶντες ὑμνοῦμεν τόν αἴτιον , τόν μόνον εὐλογητόν τῶν Πατέρων , Θεόν καί ὑπερένδοξον .
Ὡς ὄντως ἱερά καί πανέορτος , αὕτη ἡ σωτήριος, νύξ καί φωταυγής , τῆς λαμπροφόρου ἐγέρσεως οὖσα προάγγελος , ἐν ἧ τό ἄχρονον φῶς , ἐκ τάφου σωματικῶς , πᾶσιν ἐπέλαμψεν .
Καταβασία Ὁ Παῖδας ἐκ καμίνου ρυσάμενος ...
Χριστός ἀνέστη ...(τρίς ).
Ἀαστάς ὀ Ἰησοῦς ...
Ὠδή η΄Εἱρμός
Αὕτη ἡ κλητή καί Ἁγία ἡμέρα , ἡ μία τῶν Σαββάτων , ἡ βασιλίς καί κυρία ἑορτῶν ἑορτή , καί πανήγυρις ἐστίν πανηγύρεων , ἐν ἧ εὐλογοῦμεν , Χριστόν εἰς τούς αἰῶνας ,
Δόξα τῆ Ἁγίᾳ Ἀναστάσει σου Κύριε ..
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γενήματος , τῆς θείας εὐφροσύνης , ἐν τῆ εὐσήμῳ ἡμέρα τῆς ἐγέρσεως , Βασιλείας τε Χριστοῦ κοινωνήσωμεν , ὑμνοῦντες αὐτόν , ὡς Θεόν εἰς τούς αἰῶνας .
Ἆρον κύκλῳ τούς ὀφθαλμούς σου Σιών καί ἴδε · ἰδού γάρ ἥκασι σοι θεοφεγγεῖς ὡς φωστῆρες , ἐκ δυσμῶν , καί βορρᾶ καί θαλάσσης , καί ἑώας τά τέκνα σου , ἐν σοί εὐλογοῦντα , Χριστόν εἰς τούς αἰῶνας .
Πάτερ Παντοκράτωρ καί Λόγε , καί Πνεῦμα, τρισίν ἑνιζομένη ἐν ὑποστάσεσιν φύσις , ὑπερούσιε , καί ὑπέρθεε , εἰς σέ βεβαπτίσμεθα , καί σέ εὐλογοῦμεν , εἰς πάντας τούς αἰῶνας ...
Καταβασία Αἰνοῦμεν εὐλογοῦμεν
.... Αὕτη ἠ κλητή....
Χριστός ἀνέστη ...(τρίς ).
Ἀαστάς ὀ Ἰησοῦς ...
Τήν ΘΕΟΤΟΚΟΝ καί Μητέρατοῦ Φωτός , ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν .
Ὠδή θ ΄ἦχος α΄Εἱρμός
Στίχ. Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε · χόρευε νῦν καὶ ἀγάλλου Σιών· σὺ δὲ ΑΓΝΗ τέρπου ΘΕΟΤΟΚΕ , ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Στιχ Μεγάλυνον
ψυχή μου , τό ἐξαναστάντα τριήμερον ἐκ τάφου , Χριστόν τόν Ζωοδότην ,..
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε ·χόρευε νῦν καὶ ἀγάλλου Σιών· σὺ δὲ ΑΓΝΗ τέρπου ΘΕΟΤΟΚΕ , ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Στίχ. Χριστὸς τὸ καινὸν πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοὶ ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Στιχ. Σήμερον πᾶσα κτίσις , ἀγάλλεται καί χαίρει , ὅτι Χριστός ἀνέστη , καί ἅδης ἐσκυλεύθη.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοὶ ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Δόξα Πατρί καί Υιῷ καί Ἁγίῳ Πνεύματι .
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Ὦ πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὦ Σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Καί νῦν , καί ἀεί , καί εἰς τούς αἰῶνας , τῶν αἰώνων ἀμήν .
Χαῖρε , ΠΑΡΘΕΝΕ , χαῖρε· χαῖρε Εὐλογημένη , χαῖρε Δεδοξασμένη , Σός γάρ Υἱός ἀνέστη τριήμερος ἐκ Τάφου .
Ὦ πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὦ Σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Καταβασία :
Ὁ ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ΑΓΝΗ ΠΑΡΘΕΝΕ , χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε· ὁ Σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών· Σὺ δὲ ΑΓΝΗ , τέρπου ΘΕΟΤΟΚΕ , ἐν τῇ ἐγέρσει τοῦ τόκου Σου.
Στιχηρὰ Ἀναστάσιμα τοῦ πάσχα. Ἦχος πλ. α΄
. Στίχ. Ἀναστήτω ὁ Θεός, καί διασκορπισθήτωσαν οἱ ἐχθροί αὐτοῦ , καί φυγέτωσαν ἀπό προσώπου αὐτοῦ , οἱ μισοῦντες αὐτόν .
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται· πάσχα καινόν, ἅγιον· πάσχα μυστικόν· πάσχα πανσεβάσμιον· πάσχα Χριστὸς ὁ λυτρωτής· πάσχα ἄμωμον· πάσχα μέγα· πάσχα τῶν πιστῶν· πάσχα, τὸ πύλας ἡμῖν τοῦ παραδείσου ἀνοῖξαν· πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν , ὡς τήκεται κηρός ἀπό προσώπου πυρός
.
Δεῦτε ἀπὸ θέας γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ᾿ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπό προσώπου τοῦ Θεοῦ , καί οἱ δίκαιοι εὐφρανθήτωσαν
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ ζωοδότου, εὗρον ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε, τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασόμεθα καί εὐφρανθῶμεν ἐν αὐτῇ .
Πάσχα τὸ τερπνόν· πάσχα Κυρίου, πάσχα· πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε· πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα· ὦ πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε ἀποστόλοις.
Δόξα.....
Καὶ νῦν. Ἦχος πλ. α΄.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· συγχωρήσωμεν πάντα τῇ ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. .
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (τρίς )
Χριστός ἀνέστη.....
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου