ἈΝΑΣΤΆΣΙΜΑ ΚΑΊ ΝΕΚΡΩΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
Τά Εὐλογητάρια, εἶναι τροπάρια , ψαλλόμενα εἰς τόν πλ. α΄ἦχον ,
καί εἶναι συνέχεια τοῦ ἀμώμου , τοῦ ψαλμοῦ , ριη ΄ , καί ψΆλλονται ἅμα τό πέρας τοῦ ἀμώμου , ὅπως γίνεται εἰς τάς Ἱεράς Μονάς.
Εἰς τάς ἐνορίας, ἐνοριακούς ναούς, μή ἀναγινωσκομένου τοῦ Ψαλτηρίου , ἐχωρήσθησαν ἀπό αὐτήν την ἀρμονία, ἀκολουθίαν , καί
Διακρίνονται εἰς Ἀναστάσιμα, καί εἰς Νεκρώσιμα.
Τά Ἀναστάσιμα, ἐκφράζουν τήν χαράν τῶν Μυροφόρων , διά τό χαρμόσυνο μήνυμα καί θεωρίαν τῆς ἀναστάσεως, καί καταλήγουν εἰς τριαδικήν δοξολογίαν .
Τά Νεκρώσιμα ψάλλονται , εἰς μνημόσυνα , καί κηδεῖες.
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
ἦχος . πλ α΄
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἥσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέπαυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου τρανῶς πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφὶμ κράζοντες τὸ Ἅγιος, ἅγιος, ἅγιος εἶ,
Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΘΕΟΤΟΚΙΟΝ
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, ΠΑΡΘΕΝΕ
, τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ Σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός.
ἡ ἐλπίς ἡμῶν , Κύριε , δόξα σοι .
Μετά τά άναστάσιμα Εὐλογητάρια
, γίνεται αἴτησις ἀπό τον ἱερέα , και ἀναγινώσκεται ἡ…Ὑπακοή τοῦ ἤχου , οἱ
ἀναβαθμοί , και ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου .
ΝΕΚΡΩΣΙΜΑ
ΕΥΛΟΓΗΤΑΡΙΑ ἦχος πλ. α΄
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς µετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰµι, ἀνακάλεσαί µε, Σωτήρ, καὶ σῶσόν µε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Οἱ τόν Ἀμνόν τοῦ Θεοῦ κηρύξαντες καί σφαγιασθέντες ὥσπερ ἄρνες , καί πρός ζωήν τήν άγήρω Ἅγιοι , καί ἀΐδιον μετατεθέντες , τοῦτον ἐκτενῶς , Μάρτυρες αίτήσασθαι , ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθαι .
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Οἱ τήν ὁδόν τήν στενήν βαδίσαντες τεθλιμμένην πάντες οἱ ἐν βίῳ , οἱ τόν σταυρόν , ὡς ζυγόν ἀράμενοι , καί ἐμοί ἀκολουθήσαντες ἐν πίστει , σεῦτε ἀπολαύετε , ἅ ἡτοίμασα ὑμῖν βραβεῖα , καί στέφη τά οὐράνια .
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Ὁ πάλαι µέν, ἐκ µὴ ὄντων πλάσας µε, καὶ εἰκόνι σου θείᾳ τιµήσας, παραβάσει ἐντολῆς δὲ πάλιν µε ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁµοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναµορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Εἰκών εἰµι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγµατα φέρω πταισµάτων, οἰκτείρησον τὸ σὸν πλάσµα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου µοι, Παραδείσου πάλιν ποιῶν πολίτην µε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάµψουσιν ὡς φωστῆρες, τοὺς κεκοιµηµένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήµατα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι.
Τὸ τριλαµπὲς τῆς µιᾶς Θεότητος, εὐσεβῶς ὑµνήσωµεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦµα. φώτισον ἡµᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
ΘΕΟΤΟΚΙΟΝ
Χαῖρε ΣΕΜΝΗ , ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' Ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ Σοῦ εὕροιµεν Παράδεισον, ΘΕΟΤΟΚΕ ΑΓΝΗ Εὐλογηµένη.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός.
ἡ ἐλπίς ἡμῶν , Κύριε , δόξα σοι .
Μετά τά νεκρώσιμα Εὐλογητάρια, ψάλλεται , το :Μετά τῶν Ἁγίων , ἀνάπαυσον Χριστέ….
Και μετά τά δ΄τροπάρι τοῦ νεκρωσίμου τρισαγίου : Μετά πνευμάτων δικαίων …
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου